Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.124 Joseph. AJ 18.129 (English) >>Joseph. AJ 18.134

18.127βούλομαι οὖν εἰπεῖν ἐπὶ μακρότερον περί τε Ἡρώδου καὶ γένους αὐτοῦ ὡς ἐγένετο, ἅμα μὲν καὶ διὰ τὸ ἀνήκειν τῇ ἱστορίᾳ τὸν περὶ αὐτῶν λόγον, ἅμα δὲ καὶ παράστασιν ἔχειν τοῦ θείου, ὡς οὐδὲν ὠφελεῖ πλῆθος οὐδʼ ἄλλη τις ἀλκὴ τῶν ἐν ἀνθρώποις ἐπιτετευγμένων δίχα τῶν πρὸς τὸ θεῖον εὐσεβειῶν, 18.128εἴ γε ἐντὸς ἑκατὸν ἐτῶν ἐξόδου συνέβη πλὴν ὀλίγων, πολλοὶ δʼ ἦσαν, διαφθαρῆναι τοὺς Ἡρώδου ἀπογόνους· φέροι δʼ ἄν τι κἀπὶ σωφρονισμῷ τοῦ ἀνθρωπείου γένους τὸ τὴν δυστυχίαν αὐτῶν μαθεῖν, 18.129ἅμα δὲ καὶ τὸν Ἀγρίππαν διηγήσασθαι θαύματος ἀξιώτατον γεγενημένον, ὃς ἐκ πάνυ ἰδιώτου καὶ παρὰ πᾶσαν δόξαν τῶν εἰδότων αὐτὸν ἐπὶ τοσόνδε ηὐξήθη δυνάμεως. εἴρηται μὲν οὖν μοι καὶ πρότερον περὶ αὐτῶν, λεχθήσεται δὲ καὶ νῦν ἀκριβῶς. 18.130

Ἡρώδῃ τῷ μεγάλῳ θυγατέρες ἐκ Μαριάμμης τῆς Ὑρκανοῦ θυγατρὸς γίνονται δύο, Σαλαμψιὼ μὲν ἑτέρα, γαμεῖται Φασαήλῳ τῷ αὐτῆς ἀνεψιῷ Φασαήλου παιδὶ ὄντι τοῦ Ἡρώδου ἀδελφοῦ δεδωκότος τοῦ πατρὸς αὐτήν, Κύπρος δὲ Ἀντιπάτρῳ καὶ αὐτὴ ἀνεψιῷ Ἡρώδου παιδὶ τῆς ἀδελφῆς Σαλώμης. 18.131καὶ Φασαήλῳ μὲν ἐκ Σαλαμψιοῦς γίνονται πέντε παῖδες Ἀντίπατρος Ἀλέξανδρος Ἡρώδης θυγατέρες τε Ἀλεξάνδρα καὶ Κύπρος, ἣν Ἀγρίππας γαμεῖ Ἀριστοβούλου. Ἀλεξάνδραν δὲ γαμεῖ μὲν Τίμιος Κύπριος ἀνὴρ τῶν ἀξιολόγων, παρʼ δὴ ἄτεκνος τελευτᾷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.124 Joseph. AJ 18.129 (English) >>Joseph. AJ 18.134

Powered by PhiloLogic